Ancient Greek · ~10 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 14
Not analysed yet
Κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν ,ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται ,ρίνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται ,χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι ,πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά . οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ,ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος · αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες πάντες μάταια ,καὶ πάντες ὅθεν ἐγένοντο, ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα . ὅτι ὤξυνε τέκτων σίδηρον καὶ σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἐρρύθμισεν αὐτό καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. ξύλον γὰρ ἐκλεξάμενος τέκτων ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτὸ καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, ἔστησεν αὐτὸ ἐν οἴκῳ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ ,ὃ ἐφύτευσεν ὁ κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῇ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσεκύνησαν αὐτοῖς ,οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρί. καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας ,ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· ἡδύ μοι, ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ. τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ,ὅτι θεός μου εἶ σύ. οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ, καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ · οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτό . γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε καὶ οὐκ ἐρεῖτε ,ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου . πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δὲ τούτοις ἐλπίς ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη ,πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα ,ἃ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ σέβουσιν .