Ancient Greek · ~7 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 20
Not analysed yet
Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ’ ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν· εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς, καὶ μή ,πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν θεόν; μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν συγκλείοντες ἕνα λίθον ἢ ξύλον ἢ χρυσοῦ μέρος πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων, καὶ μὴ μᾶλλον δι’ αὐτῶν τῶν φύσει ζώων, ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν θεὸν ἐπιφαίνεσθαι; καλλίων γὰρ ἂν ἡ περὶ τοῦ θεοῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο ,καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ’ οἷς μάλιστα καθ’ ἑαυτῶν ἀσέβειαν ἐργάζονται. τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ρυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν. ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶνταθρησκεύειν αὐτοὺς ἢ τοὺς τούτων τύπους ἐν τούτοις προσκυνεῖσθαι. ἢ τάχα τούτων μὲν οὐδέν, οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς θεοῦ παρουσίας ἐστί, μόνη δὲ ἡ μετ’ ἐπιστήμης τέχνη τὸ θεῖον ἐκκαλεῖται, ἅτε δὴ τῆς φύσεως μίμημα αὐτὴ τυγχάνουσα· ἀλλ’ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις; εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ θεὸς καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσῳ καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς.