Ancient Greek · ~8 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 21
Not analysed yet
Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ θεοῦ ἐπιφάνειαν πεποίηται ὑμῖν ,ὦ Ἕλληνες ταῦτα ,ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τί τὰ ἀγάλματα ,δι’ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις κρείττονα ,καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε; χάριν γὰρ τῆς περὶ θεοῦ καταλήψεως γλύφοντες τὰς μορφάς, ὥς φατε ,αὐτοῦ τοῦ θεοῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε ,πρᾶγμα πάσχοντες οὐκ εὐαγές. ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν θεὸν δι’ αὐτῶν, τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι ,αὐτοὶ ταύτας ὑπερβάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε, καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ὀνομάζετε καὶ προσκυνεῖτε. εἰ γὰρ καὶ ὡς γράμματά εἰσιν ὑμῖν ταῦτα, ὡς ψεύδεσθε ,τῆς ἐπὶ θεὸν θεωρίας οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾶν . οὐδὲ γὰρ εἰ γράφοι τις τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι τὸ γράμμα προτιμῶν τοῦ βασιλέως . ἀλλ’ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν, τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται . οὕτω καὶ ὑμεῖς, εἴπερ ἐρρωμένον εἴχετε τὸν λογισμόν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θειότητος γνώρισμα εἰς ὕλην κατεφέρετε ,ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου. εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ θεοῦ ἐπιφάνειαν, καὶ διὰ τοῦτο ὡς θεὸν σημαίνοντα θεοποιίας εἰσὶν ἄξια. ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῷ πλέον ἔδει θεοποιηθῆναι ,ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα ,ὅσῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται . εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην. οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας, τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ’ αὐτῶν ἀξιῶν μαθεῖν.