Ancient Greek
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 3
Not analysed yet
Οὕτω μὲν οὖν ὁ δημιουργός, ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν · οἱ δὲ ἄνθρωποι, κατολιγωρήσαντες τῶν κρειττόνων καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις · ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο . ἑαυτοὺς δὲ κατανοοῦντες καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν · τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας ,τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ δυνάμεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀληθές, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί . κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεόν, καὶ τὴν τούτου θεωρίαν ,ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν · ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο · τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν ,καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. καὶ γνόντες ᾐσχύνθησαν ἔγνωσαν δὲ ἑαυτοὺς γυμνούς ,οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων ,ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι, καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν . ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος . εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες ,ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν, ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι . ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν ,φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων ,ἔμαθε φονεύειν καὶ ἀδικεῖν . πῶς δὲ καὶ ταῦτα ποιεῖ ,εὔλογον κατὰ δύναμιν σημᾶναι .