Ancient Greek · ~10 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 35
Not analysed yet
Ἀγαθὸς γὰρ ὢν καὶ φιλάνθρωπος ὁ θεὸς καὶ κηδόμενος τῶν ὑπ’ αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν ,ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως, τῷ τὰ μὲν ἐξ οὐκ ὄντων εἶναι, τὸν δὲ ἀγένητον . τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε τῷ ἑαυτοῦ λόγῳ ὁ θεός ,ἵν’, ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος ,κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώποις. ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται. καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ Φειδίου, ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας ἐμφαίνειν καὶ μὴ παρόντα Φειδίαν τοῖς ὁρῶσιν· οὕτω δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν θεόν, κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται . οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ θεός, μή τις τοῦτο προφασιζέσθω, καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀφῆκεν . ἀλλ’ ὡς προεῖπον, οὕτω διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι. καὶ τοῦτο οὐ παρ’ παρ’ ἐμαυτοῦ φημι, ἀλλ’ ἀφ’ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ Παῦλος, Ῥωμαίοις μὲν γράφων οὕτω· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν διδοὺς ὑετοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν . τίς γὰρ ὁρῶν τὸν οὐρανοῦ κύκλον καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων, τὰς θέσεις καὶ τὰς περιπολήσεις ἐναντίας μὲν καὶ διαφόρους γινομένας, ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην ,οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτά, ἀλλ’ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής; τίς δὲ ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα καθ’ ἡμέραν σελήνην δὲ φαίνουσαν κατὰ νύκτα καὶ φθίνουσαν καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμὸν καὶ τῶν ἄστρων τὰ μὲν διατρέχοντα καὶ ποικίλως ἐναλάττοντα τοὺς δρόμους, τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι ,ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός ;