Ancient Greek · ~9 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 36
Not analysed yet
Τίς ὁρῶν τὰ ἐναντία τῆ φύσει συνημμένα καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον τίς ἰδὼν πῦρ ψυχρῷ καὶ ξηρὸν ὑγρῷ κεκραμμένον καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα, ἀλλ’ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα; τίς ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι καὶ ἔαρ θέρει καὶ θέρος μετοπώρῳ καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει; τὸ μὲν γὰρ ψύχει, τὸ δὲ καίει ,τὸ δὲ τρέφει, τὸ δὲ φθίνει, ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀποτελοῦντα τὴν χρῆσιν. οὐκ ἂν ἐννοήσειεν, ὅτι ἔστι τις κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα, κἂν μὴ βλέπῃ τοῦτον; τίς ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι; ἢ τίς ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινού μενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα θεόν; τίς ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν καὶ οὐρανόθεν ὑετοὺς καὶ ποταμῶν ἐπιρροίας καὶ πηγῶν ἀναβλύσεις καὶ ζώων ἐξ ἀνομοίων γονὰς καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα ; καὶ ὅλως τίς κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελουμένην τάξιν οὐκ ἂν ἐνθυμηθείη, ὅτι ἔστι μία δύναμις ἡ ταῦτα διακοσμήσασα καὶ διέπουσα ,ὡς ἂν αὐτῇ δοκῇ ,μένουσα καλῶς; αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα· τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ρέον ἐστίν, αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι, καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστί, τὸ δ’ αὖ πάλιν ὕδωρ κουφότερόν ἐστι ταύτης, καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται καὶ οὐ καταφέρεται, ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ γῆ. καὶ τὸ μὲν ἄρρεν οὐ ταὐτόν ἐστι τῷ θήλει καὶ ὅμως εἰς ἓν συνάγεται καὶ μία παρ’ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου. καὶ συνελόντι φράσαι · τὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστὶ καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται, καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτά ,ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν .