Ancient Greek · ~10 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 37
Not analysed yet
Οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος ὁ συνδήσας αὐτά, ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα ὥσπερ δοῦλα δεσπότῃ ὑπακούοντα εἴκει καὶ πείθεται, καὶ οὐκ εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν ἀντιμάχεται πρὸς τὸ ἕτερον, ἀλλὰ τὸν συνδήσαντα κύριον γινώσκοντα ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά ,φύσει μὲν ὄντα ἐναντία, τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα. ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις ,πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῷ ἢ τὸ ξηρὸν τῷ ὑγρῷ ἢ τὸ περιφερὲς τῷ ὀρθῷ ἢ τὸ πῦρ τῷ ψυχρῷ ἢ ὅλως ἡ θάλασσα τῇ γῇ ἢ ὁ ἥλιος τῇ σελήνῃ ἢ τὰ ἄστρα τῷ οὐρανῷ καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως; ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίγνεσθαι πρὸς αὐτά, τοῦ μὲν καίοντος, τοῦ δὲ ψύχοντος, καὶ τοῦ μὲν βαρέος κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος, καὶ τοῦ μὲν ἡλίου φωτίζοντος, τοῦ δὲ ἀέρος σκοτίζοντος. καὶ γὰρ καὶ τὰ ἄστρα ἐστασίασαν ἂν πρὸς ἑαυτά, ὅτι τὰ μὲν ἀνωτέρω, τὰ δὲ κατωτέρω τὴν θέσιν ἔχει. καὶ ἡ νὺξ δὲ οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ, ἀλλὰ ἔμενεν ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τούτων δὲ γιγνομένων λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον ἀλλ’ ἀκοσμίαν ,οὐκέτι τάξιν ἀλλ’ ἀταξίαν ,οὐκέτι σύστασιν ἀλλ’ ἀσύστατον τὸ ὅλον, οὐκέτι μέτρα ἀλλ’ ἀμετρίαν. τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ ἢ πάντα ἀνῃροῦντο ἢ τὸ κρατοῦν μόνον ἐφαίνετο . καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε . μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει. ὥσπερ εἰ καὶ μόνος ποῦς καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα . ποῖος γὰρ κόσμος ἦν, εἰ μόνον ἥλιος ἔφαινεν ἢ σελήνη μόνη περιεπόλει ἢ νὺξ μόνη ἦν ἢ ἡμέρα ἀεὶ ἐτύγχανε; ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦν ὁ οὐρανὸς χωρὶς τῶν ἄστρων ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ; τί δὲ καὶ χρήσιμον, εἰ μόνη θάλαττα ἦν καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο ; πῶς δ’ ἂν καὶ ἄνθρωπος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν ; οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ ἢ μόνου ψυχροῦ ἢ μόνου ὑγροῦ ἢ ξηροῦ συνέστη τι τῶν ὅλων ,ἀλλ’ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου. ἀλλ’ οὐδ’ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας ,οὕτω γὰρ καὶ νῦν συνέστηκεν.