Ancient Greek · ~10 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 8
Not analysed yet
Οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἡ ψυχή ,κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά . ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ, οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν λόγον, καθ’ ὃν καὶ γέγονεν ὁρᾷ ,ἔξω δὲ ἑαυτῆς γενομένη τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται . ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῇ κάτοπτρον, δι’ οὗ μόνου ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρός, οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν, παντὶ δὲ περιφέρεται καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῇ αἰσθήσει προσπίπτοντα · ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη ,λοιπὸν ὃν ἐπελάθετο τῇ διανοίᾳ θεόν ,τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται τοῖς φαινομένοις τὴν τοῦ θεοῦ προσηγορίαν ἀνατιθεῖσα καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾷ . προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο . οἷον δὲ εἴ τις εἰς βυθὸν καταδύς, μηκέτι μὲν βλέποι τὸ φῶς μηδὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ. μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια. οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ ἐννοίας καὶ δόξης ,ἀμυδρῷ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο ,τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν. ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι ,ὅσῳ μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν . οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος. οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν οὐδὲ ἀφ’ ὧν ἤρξαντο ,ἐν τούτοις καὶ διέμειναν, ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον ,τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας. καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχίστοις καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν. τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ .