Ancient Greek · ~10 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 7
Not analysed yet
Ἄλλως τε · καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι . εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστί, τί τὸ ἔργον τοῦ ἀγαθοῦ, φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως ; τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη ; ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται. πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων ,ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ,ἵνα χωρὶς ἀλλήλων γένωνται; εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι, ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως . οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός. ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως; πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου; ἄδηλον φανήσεται . τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον. Σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως, ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ οὐδὲ ἐν θεῷ ,οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ, ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται. ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοῇ ,οὐκ ὄντος σκότους. καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατῇ · πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος. δοκῶν γὰρ βλέπειν, οὐδ’ ὅλως ὁρᾷ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμμύσασα τὸν ὀφθαλμόν, δι’ οὗ τὸν θεὸν ὁρᾶν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν, ἐν οἷς κινουμένη οὐκ οἶδεν, ὅτι δοκοῦσά τι ποιεῖν ,οὐδὲν ποιεῖ . τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται, καὶ οὐχ ὁποία γέγονε ,τοιαύτη καὶ ἔμεινεν ,ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι. αὕτη δὲ ἀντὶ τοῦ θεοῦ τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα ἐγγράφως φησίν· ὁ θεὸς τὸν ἄνθρωπον ἐποίησεν εὐθῆ . αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς . κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς ,οὕτω γέγονε καὶ πέπλασται. πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν ,ἤδη λέγειν ἀναγκαῖον, ἵνα γινώσκῃς ,ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ ,ἀλλ’ ἀπὸ κακίας γέγονε . τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν ,ἐν οὐδενί ποτε καλὸν κριθείη ,ὅλον ὂν φαῦλον .