Ancient Greek · ~2 min
Κατὰ Εὐσεβίου καὶ Θεογνίου.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1-6
Not analysed yet
Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ ἐκκλησίᾳ Νικομηδέων. Τὸν δεσπότην θεὸν δηλαδὴ καὶ σωτῆρα Χριστὸν ἀκριβῶς ἅπαντες ἴστε, ἀγαπητοὶ ἀδελφοί, πατέρα τε καὶ υἱὸν εἶναι, πατέρα φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ’ ἔστι τὴν τοῦ πατρὸς βούλησιν, ἥτις οὔτε δι’ ἐνθυμήσεώς τινος ἀνείληπται οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελεσιουργίαν διά τινος ἐξεζητημένης οὐσίας κατελήφθη. ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, οὗτος ἕξει πρὸς ἅπαν τιμωρίας γένος ἀκάματον ὑπομονήν.