Ancient Greek
Κατὰ Εὐσεβίου καὶ Θεογνίου.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 2-6
Not analysed yet
ἀλλὰ γὰρ ὁ τοῦ θεοῦ υἱὸς Χριστὸς ὁ τῶν ἁπάντων δημιουργὸς καὶ τῆς ἀθανασίας αὐτῆς χορηγὸς ἐγεννήθη, ὅσον πρὸς τὴν πίστιν ἀνῆκεν ᾗ πεπιστεύκαμεν, ἐγεννήθη –μᾶλλον δὲ προῆλθεν αὐτὸς ὁ καὶ πάντοτε ἐν τῷ πατρὶ ὢν ἐπὶ τὴν τῶν ὑπ’ αὐτοῦ γεγενημένων διακόσμησιν –ἐγεννήθη τοίνυν ἀμερίστῳ προελεύσει· ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ ἑαυτῆς ἐμπέπηγε καὶ ταῦθ’, ἅπερ διαφόρου δέεται τημελείας, κατὰ τὴν ἑκάστου ποιότητα πράττει τε καὶ διοικεῖ.