Ancient Greek · ~2 min
Chapter 2
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 2.1
Not analysed yet
Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι. καὶ Ἀρειανοὶ δὲ νῦν Ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς τότε Φαρισαίοις· οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ τοιαῦτα νῦν μηχανῶνται.