Ancient Greek
Chapter 19
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 19.3
Not analysed yet
κἂν γὰρ ἐκ τοῦ θεοῦ τὰ πάντα λέγηται, ἀλλὰ ἄλλως ἢ ὡς ἔστιν ὁ υἱὸς εἴρηται. τὰ μὲν γὰρ κτίσματα διὰ τὸ μὴ εἶναι εἰκῆ καὶ ἐκ ταὐτομάτου μηδὲ κατὰ τύχην ἔχειν τὴν γένεσιν κατὰ τοὺς λέγοντας ἐξ ἀτόμων συμπλοκῆς καὶ ὁμοιομερῶν, ἢ ὥς τινες τῶν αἱρετικῶν ἄλλον δημιουργὸν λέγουσιν, ἢ ὡς πάλιν ἄλλοι ὑπό τινων ἀγγέλων λέγουσιν εἶναι τὴν τῶν πάντων σύστασιν, ἀλλ’ ὅτι τοῦ θεοῦ ὄντος τὰ πάντα παρ’ αὐτοῦ διὰ τοῦ λόγου οὐκ ὄντα πρότερον εἰς τὸ εἶναι γέγονε, διὰ τοῦτο εἴρηται τὸ ἐκ τοῦ θεοῦ.