Ancient Greek
Chapter 19
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 19.4
Not analysed yet
ὁ δὲ λόγος, ἐπεὶ μὴ κτίσμα ἐστίν, εἴρηται καὶ ἔστι μόνος ἐκ τοῦ πατρός, τῆς δὲ τοιαύτης διανοίας γνώρισμα τὸ εἶναι τὸν υἱὸν ἐκ τῆς οὐσίας τοῦ πατρός· οὐδενὶ γὰρ τῶν γενητῶν ὑπάρχει τοῦτο. ἀμέλει τὰ πάντα λέγων ὁ Παῦλος ἐκ τοῦ θεοῦ εὐθὺς ἐπήγαγε· καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα ,ἵνα δείξῃ πᾶσιν, ὅτι ἄλλος μέν ἐστιν ὁ υἱὸς τῶν πάντων τῶν ἐκ τοῦ θεοῦ γενομένων· τὰ γὰρ ἐκ τοῦ θεοῦ γενόμενα διὰ υἱοῦ γέγονε· τῆς δὲ δημιουργίας χάριν τῆς παρὰ θεοῦ γενομένης ταῦτ’ εἴρηκε καὶ οὐ διὰ τὸ εἶναι καὶ τὰ πάντα ὡς ἔστιν ὁ υἱὸς ἐκ τοῦ πατρός.