Ancient Greek
Chapter 19
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 19.5
Not analysed yet
οὔτε γὰρ τὰ πάντα ὡς ὁ υἱὸς οὔτε ὁ λόγος εἷς τῶν πάντων ἐστί· τῶν γὰρ πάντων κύριος καὶ δημιουργός ἐστι. διὰ τοῦτο γὰρ καὶ ἡ ἁγία σύνοδος λευκότερον εἴρηκεν ἐκ τῆς οὐσίας αὐτὸν εἶναι τοῦ πατρός, ἵνα καὶ ἄλλος παρὰ τὴν τῶν γενητῶν φύσιν ὁ λόγος εἶναι πιστευθῇ μόνος ὢν ἀληθῶς ἐκ τοῦ θεοῦ, καὶ μηκέτι πρόφασις πρὸς ἀπάτην ὑπολείπηται τοῖς ἀσεβοῦσι. περὶ μὲν οὖν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη.