Ancient Greek · ~2 min
Καθαίρεσις Ἀρείου καὶ τῶν σὺν αὐτῷ ὑπὸ Ἀλεξάνδρου ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 2-2
Not analysed yet
Εἰ καὶ φθάσαντες ὑπεγράψατε οἷς ἐπέστειλα τοῖς περὶ Ἄρειον προτρέπων αὐτοὺς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν πεισθῆναι δὲ τῇ ὑγιαινούσῃ καὶ καθολικῇ πίστει, καὶ ἐδείξατε ἑαυτῶν ὀρθὴν τὴν προαίρεσιν καὶ τὴν ἐν τοῖς δόγμασι συμφωνίαν τῆς καθολικῆς ἐκκλησίας, ὅμως ἐπειδὴ καὶ πρὸς τοὺς ἁπανταχοῦ συλλειτουργοὺς ἐπέστειλα περὶ τῶν περὶ Ἄρειον, ἀναγκαῖον ἡγησάμην ὑμᾶς μὲν τοὺς τῆς πόλεως κληρικοὺς συναγαγεῖν, ὑμᾶς δὲ τοὺς ἀπὸ τοῦ Μαρεώτου μεταπέμψασθαι·