Ancient Greek · ~2 min
3 to 4
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 3-4
Not analysed yet
μάλιστα ὅτι καὶ ἀφ’ ὑμῶν Χάρης καὶ Πιστὸς πρεσβύτεροι, καὶ Σαραπίων καὶ Παράμμων καὶ Ζώσιμος καὶ Εἰρηναῖος διάκονοι ἐπηκολούθησαν τοῖς περὶ Ἄρειον καὶ ἠγάπησαν σὺν αὐτοῖς καθαιρεθῆναι· ἵνα καὶ τὰ νῦν γραφόμενα γνῶτε τήν τε ἐν τούτοις συμφωνίαν ἑαυτῶν ἐπιδείξησθε καὶ τῇ καθαιρέσει τῶν περὶ Ἄρειον καὶ τῶν περὶ Πιστὸν σύμψηφοι γένησθε. πρέπει γὰρ τὰ παρ’ ἐμοῦ γραφόμενα γινώσκειν ὑμᾶς καὶ ἕκαστον ὡς παρ’ αὐτοῦ γραφόμενα ἐν τῇ καρδίᾳ κατέχειν.