Ancient Greek · ~2 min
2.2 to 2.3
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 2.2-3
Not analysed yet
μετ’ ὀλίγον γὰρ καὶ εἰς ὕβρεις ἐκτραπήσονται καὶ μετὰ ταῦτα τὴν σπείραν καὶ τὸν χιλίαρχον ἀπειλήσουσιν· ἐν τούτοις γάρ ἐστιν αὐτῶν ἡ δοκοῦσα σύστασις τῆς κακοδοξίας. τὸν γὰρ τοῦ θεοῦ λόγον ἀρνούμενοι εἰκότως καὶ λόγου παντός εἰσιν ἔρημοι. ταῦτα γοῦν εἰδὼς οὐδὲν ἂν ἀπεκρινάμην ἐρωτῶσιν ἐκείνοις. ἐπειδὴ δὲ ἡ σὴ διάθεσις ἀπῄτησε γνῶναι τὰ ἐν τῇ συνόδῳ πραχθέντα, οὐχ ὑπερεθέμην· ἀλλ’ εὐθύς, ὡς τότε γέγονε, δεδήλωκα δείξας δι’ ὀλίγων, ὅσον εὐσεβοῦς φρονήσεως ἡ ἀρειανὴ αἵρεσις ἐστέρηται καὶ μόνον προφάσεις πλάττονται.