Ancient Greek
Chapter 20
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 20.6
Not analysed yet
ταῦτα δὲ εἰρηκότες ἐδήλωσαν φανερῶς, ὅτι τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον ἀναιρετικὰ τῶν τῆς ἀσεβείας λογαρίων εἰσίν, ἅπερ ἐστὶ κτίσμα καὶ ποίημα καὶ γενητὸν καὶ τρεπτὸν καὶ οὐκ ἦν πρὶν γεννηθῇ. ὁ γὰρ ταῦτα φρονῶν ἀντιλέγει τῇ συνόδῳ, ὁ δὲ τὰ Ἀρείου μὴ φρονῶν ἐξ ἀνάγκης τὰ τῆς συνόδου φρονεῖ καὶ διανοεῖται καλῶς αὐτὰ βλέπων, ὅπως ἐστὶ τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἐξ αὐτοῦ τὴν εἰκόνα τῆς ἀληθείας λαμβάνων.