Ancient Greek
Chapter 21
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 21.1
Not analysed yet
Οὐκοῦν εἰ τὰ ῥήματα καὶ οὗτοι ὡς ξένα προφασίζονται, φρονείτωσαν τὴν διάνοιαν, καθ’ ἣν ἡ σύνοδος οὕτως ἔγραψεν, ἀναθεματίζοντες ἅπερ ἀνεθεμάτισεν ἡ σύνοδος καὶ λοιπόν, εἰ δύνανται, μεμφέσθωσαν τὰς λέξεις. εὖ δὲ οἶδα, ὅτι φρονήσαντες τὴν διάνοιαν τῆς συνόδου καὶ τὰ ῥήματα τῆς διανοίας πάντως ἀποδέξονται. ἂν δὲ καὶ ταύτην αἰτιᾶσθαι θελήσωσι, δῆλοι πᾶσίν εἰσι μάτην καὶ περὶ ἐκείνων λέγοντες καὶ μόνον ἀφορμὰς ἑαυτοῖς εἰς ἀσέβειαν ἐπινοοῦντες.