Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 21
Not analysed yet
εἶτα σὺ ἀναμάρτητος, ὦ δικρανοφόρε; εἶτα οὐ σαφῶς ἀπόλωλας, ὦ ἄθλιε, τοιούτῳ δεινῷ περιεστοιχισμένος; ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντίς, ποῖόν σε θράττει δέος; οὐ λέληθεν ἡμᾶς· ὦ δύστηνε καὶ ταλαίπωρε, ὢ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστένεις· ὦ ἀνόσιε, ὃς τὴν ἀλήθειαν ποικίλοις διορύττεις λόγοις καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων καὶ νῦν μὲν ἐλέγχων, ὥς γε οἴει, νῦν δ’ αὖ πάλιν νουθετῶν· ὦ πίστει καὶ λόγοις ὑπερφέρων, παρ’ οἵου δῆτα οἱ ἄθλιοι ἐπικουρίαν ἑαυτοῖς πορίζεσθαι γλίχονται.