Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 20
Not analysed yet
τί δῆτα, ὦ πανοῦργε; ποῦ γῆς σαυτὸν εἶναι νῦν ὁμολογεῖς; ἐκεῖ δηλονότι. κατέχω γάρ σου τὰ γράμματα, ἃ τῷ τῆς μανίας καλάμῳ πρός με διεχάραξας, ἐν οἷς φῂς πάντα τὸν Λίβυν δῆμον σύμψηφον εἶναί σοι πρὸς σωτηρίαν δήπου. εἰ δὲ οὐ φήσεις ταυτὶ οὕτως ἔχειν, μαρτύρομαι ἤδη τὸν θεόν, ἦ μὴν ἀρχαιότατον τῆς Ἐρυθραίας πυκτίον Ἑλληνικῇ συντεταγμένον γλώττῃ εἰς Ἀλεξάνδρειαν ἀποστέλλειν, ὡς ἂν θᾶττον ἀπόλοιο.