Ancient Greek · ~2 min
Chapter 21
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 21.2
Not analysed yet
ἡ μὲν οὖν πρόφασις τῶν τοιούτων λέξεων αὕτη· εἰ δ’ ὅτι καὶ μὴ ἔγγραφοί εἰσι πάλιν γογγύζουσιν, αὐτόθεν μὲν αὐτοὶ ἐκβαλλέσθωσαν ὡς κενολογοῦντες καὶ τὸν νοῦν οὐχ ὑγιαίνοντες· ἑαυτοὺς δὲ καὶ ἐν τούτοις αἰτιάσθωσαν, ὅτι πρῶτοι παρασχόντες τὴν τοιαύτην πρόφασιν ἐξ ἀγράφων θεομαχεῖν ἤρξαντο. γινωσκέτω δὲ ὅμως, εἴ τίς ἐστι φιλομαθής, ὅτι εἰ καὶ μὴ οὕτως ἐν ταῖς γραφαῖς εἰσιν αἱ λέξεις, ἀλλά, καθάπερ εἴρηται πρότερον, τὴν ἐκ τῶν γραφῶν διάνοιαν ἔχουσι καὶ ταύτην ἐκφωνούμεναι σημαίνουσι τοῖς ἔχουσιν εἰς εὐσέβειαν τὴν ἀκοὴν ὁλόκληρον.