Ancient Greek
Chapter 21
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 21.3
Not analysed yet
σκοπεῖν δὲ τοῦτό σε μὲν ἔξεστιν, ἐκείνους δὲ κατακούειν τοὺς ἀπαιδεύτους. δέδεικται ἐν τοῖς ἔμπροσθεν, καὶ τοῦτ’ ἔστιν ἀληθὲς πιστεύειν, τὸν λόγον ἐκ τοῦ πατρὸς εἶναι καὶ μόνον ἴδιον αὐτοῦ καὶ φύσει γέννημα. πόθεν γὰρ ἄλλοθεν νοήσειέ τις τὸν υἱόν, ὅς ἐστιν ἡ σοφία καὶ ὁ λόγος, ἐν ᾧ τὰ πάντα γέγονεν, ἢ ἐξ αὐτοῦ τοῦ θεοῦ;