Ancient Greek
Chapter 21
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 21.4
Not analysed yet
ὅμως δὲ τοῦτο καὶ παρὰ τῶν γραφῶν μεμαθήκαμεν, τοῦ μὲν πατρὸς διὰ τοῦ Δαυὶδ λέγοντος· ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν ,καί· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε ,τοῦ δὲ υἱοῦ περὶ ἑαυτοῦ δεικνύντος τοῖς Ἰουδαίοις εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον ,καὶ πάλιν· οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα ,καὶ μὴν καὶ τό· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ,καί· ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἴσον ἐστὶ τῷ λέγειν· ἐγὼ ἐκ τοῦ πατρός εἰμι καὶ ἀδιαίρετος αὐτοῦ. καὶ ὁ Ἰωάννης δὲ λέγων· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο ,μαθὼν ταῦτα παρὰ τοῦ πατρὸς εἴρηκε. τί γὰρ ἄλλο τὸ ἐν κόλποις σημαίνει ἢ τὴν γνησίαν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γέννησιν;