Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 22.1
Not analysed yet
Εἰ μὲν οὖν τὸν θεὸν ἡγεῖταί τις εἶναι σύνθετον ὡς ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκὸς ἢ ἔξωθέν τινα περιβολὴν ἔχειν καὶ καλύπτεσθαι ἢ εἶναί τινα περὶ αὐτὸν τὰ συμπληροῦντα τὴν οὐσίαν αὐτοῦ, ὥστε λέγοντας ἡμᾶς θεὸν ἢ ὀνομάζοντας πατέρα μὴ αὐτὴν τὴν ἀόρατον αὐτοῦ καὶ ἀκατάληπτον οὐσίαν σημαίνειν, ἀλλά τι τῶν περὶ αὐτόν, μεμφέσθωσαν μὲν τὴν σύνοδον γράψασαν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν υἱόν, κατανοείτωσαν δέ, ὅτι δύο ταῦτα βλασφημοῦσιν οὕτω διανοούμενοι.