Ancient Greek · ~1 min
Chapter 22
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 22.2
Not analysed yet
τόν τε γὰρ θεὸν σωματικόν τινα εἰσάγουσι καὶ τὸν κύριον οὐκ αὐτοῦ τοῦ πατρός, ἀλλὰ τῶν περὶ αὐτὸν εἶναι υἱὸν καταψεύδονται. εἰ δὲ ἁπλοῦν τί ἐστιν ὁ θεός, ὥσπερ οὖν καὶ ἔστι, δηλονότι λέγοντες τὸν θεὸν καὶ ὀνομάζοντες τὸν πατέρα οὐδέν τι ὡς περὶ αὐτὸν ὀνομάζομεν, ἀλλ’ αὐτὴν τὴν οὐσίαν αὐτοῦ σημαίνομεν.