Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 22.3
Not analysed yet
κἂν γὰρ καταλαβεῖν ὅ, τί ποτέ ἐστιν ἡ τοῦ θεοῦ οὐσία, μὴ ᾖ δυνατόν, ἀλλὰ μόνον νοοῦντες εἶναι τὸν θεὸν καὶ τῆς γραφῆς ἐν τούτοις αὐτὸν σημαινούσης οὐκ ἄλλον τινὰ καὶ ἡμεῖς ἢ αὐτὸν σημᾶναι θέλοντες λέγομεν θεὸν καὶ πατέρα καὶ κύριον. ὅταν γοῦν λέγῃ· ἐγώ εἰμι ὁ ὤν ,καὶ τὸ ἐγώ εἰμι κύριος ὁ θεός ,καὶ ὅπου ποτὲ λέγει ἡ γραφὴ ὁ θεός, ἡμεῖς ἀναγινώσκοντες οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἀκατάληπτον αὐτοῦ οὐσίαν σημαινομένην νοοῦμεν καὶ ὅτι ἔστιν ὅνπερ λέγουσιν.