Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 22.4
Not analysed yet
οὐκοῦν μὴ ξενιζέσθω τις ἀκούων ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ καὶ μᾶλλον ἀποδεχέσθω τοὺς πατέρας διακαθάραντας τὸν νοῦν καὶ λευκότερον καὶ ὡς ἐκ παραλλήλου τὸ ἐκ τοῦ θεοῦ γράψαντας τὸ ἐκ τῆς οὐσίας. ταὐτὸν γὰρ ἡγήσαντο τὸ λέγειν ἐκ τοῦ θεοῦ καὶ τὸ λέγειν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν λόγον, ἐπεὶ καὶ τὸ θεός, καθὰ προεῖπον, οὐδὲν ἕτερον ἢ τὴν οὐσίαν αὐτοῦ τοῦ ὄντος σημαίνει.