Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 22.5
Not analysed yet
εἰ μὲν οὖν μὴ ἐκ τοῦ θεοῦ ἐστιν ὁ λόγος, ὡς ἂν εἴη υἱὸς φύσει γνήσιος ἐκ πατρός, ἀλλ’ ὡς τὰ κτίσματα διὰ τὸ δεδημιουργῆσθαι λέγεται καὶ αὐτὸς ὡς τὰ πάντα ἐκ τοῦ θεοῦ, οὔτε ἐκ τῆς οὐσίας ἐστὶ τοῦ πατρὸς οὔτε αὐτὸς ὁ υἱὸς κατ’ οὐσίαν ἐστὶν υἱός, ἀλλ’ ἐξ ἀρετῆς, ὡς ἡμεῖς οἱ κατὰ χάριν καλούμενοι υἱοί. εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστι μόνος ὡς υἱὸς γνήσιος, ὥσπερ οὖν καὶ ἔστι, λεχθείη ἂν εἰκότως καὶ ἐκ τῆς οὐσίας τοῦ θεοῦ ὁ υἱός.