Ancient Greek
Chapter 23
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 23.1
Not analysed yet
Καὶ γὰρ καὶ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος τοιοῦτον ἔχει τὸν νοῦν. οὐ γὰρ κατὰ τὸ ἐξαπτόμενον ἐκ τῆς θέρμης τοῦ ἡλίου πῦρ, ὅπερ καὶ σβέννυσθαι πάλιν εἴωθεν, εἰρήκασιν οἱ ἅγιοι εἶναι τὸν λόγον πρὸς τὸν θεόν, τοῦτο γὰρ ἔργον ἔξωθεν καὶ κτίσμα τοῦ ποιοῦντος ἦν, ἀλλὰ ἀπαύγασμα αὐτὸν εὐηγγελίσαντο πάντες, ἵνα τὸ ἐκ τῆς οὐσίας ἴδιον καὶ ἀδιαίρετον καὶ τὴν πρὸς τὸν πατέρα ἑνότητα δηλώσωσι.