Ancient Greek
Chapter 24
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 24.3
Not analysed yet
τὸ δὲ τοῦ θεοῦ γέννημα τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν ἢ λόγον καὶ σοφίαν καὶ δύναμιν, ἥνπερ οὔτε τοῦ πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν οὔτε μὴ ἀιδίως εἶναι παρὰ τῷ πατρὶ κἂν φαντάζεσθαι θέμις ἐστί; τούτῳ γὰρ τῷ γεννήματι τὰ πάντα πεποίηκεν ὁ πατὴρ καὶ τὴν εἰς πάντα πρόνοιαν ἐκτείνων δι’ αὐτοῦ φιλανθρωπεύεται.