Ancient Greek
Chapter 24
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 24.4
Not analysed yet
καὶ οὕτως ἓν αὐτὸς καὶ ὁ πατήρ εἰσιν, ὥσπερ εἴρηται, εἰ μὴ ἄρα οἱ κακόφρονες τολμήσαντες πάλιν εἴποιεν ἄλλην εἶναι τὴν τοῦ λόγου οὐσίαν καὶ ἄλλο τὸ ἐκ τοῦ πατρὸς ἐν αὐτῷ φῶς, ἵν’ ᾖ τὸ μὲν ἐν τῷ υἱῷ φῶς ἓν πρὸς τὸν πατέρα, αὐτὸς δὲ ξένος κατ’ οὐσίαν ὡς κτίσμα. ἀλλὰ τοῦτο τοῦ Καιάφα καὶ τοῦ Σαμοσατέως ἀτεχνῶς ἐστι τὸ φρόνημα, ὅπερ ἡ μὲν ἐκκλησία ἐξέβαλεν, οὗτοι δὲ νῦν ὑποκρίνονται, διὸ καὶ αὐτοὶ τῆς ἀληθείας ἐκπεσόντες ἀπεδείχθησαν αἱρετικοί.