Ancient Greek · ~3 min
Chapter 24
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 24.5
Not analysed yet
εἰ γὰρ ὅλως μετέχει τοῦ ἐκ τοῦ πατρὸς φωτός, διατί μὴ μᾶλλον αὐτός ἐστι τὸ μετεχόμενον, ἵνα μὴ μέσον αὐτοῦ τι καὶ τοῦ πατρὸς εὑρίσκηται; εἰ γὰρ μὴ οὕτως ἐστίν, οὐκέτι δείκνυται διὰ τοῦ υἱοῦ γεγενῆσθαι τὰ πάντα, ἀλλὰ δι’ ἐκείνου, οὗ καὶ αὐτὸς μετέχει. εἰ δὲ οὗτός ἐστιν ὁ λόγος, ἡ σοφία τοῦ πατρός, ἐν ᾧ ὁ πατὴρ ἀποκαλύπτεται καὶ γινώσκεται καὶ δημιουργεῖ καὶ οὗ ἄνευ οὐδὲν ὁ πατὴρ ποιεῖ, δηλονότι αὐτός ἐστι τὸ ἐκ τοῦ πατρός· αὐτοῦ γὰρ καὶ πάντα τὰ γενητὰ μετέχει, μετέχοντα τοῦ ἁγίου πνεύματος. οὕτω δὲ ὢν οὐκ ἔσται ἐξ οὐκ ὄντων οὔτε ὅλως κτίσμα, ἀλλὰ μᾶλλον ἐκ τοῦ πατρὸς ἴδιον γέννημα ὡς ἐκ φωτὸς τὸ ἀπαύγασμα.