Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 26
Not analysed yet
ὦ τῶν πάντων ἔχων τὸ κῦρος δέσποτα, ὦ τῆς μονήρους δυνάμεως πάτερ, διὰ τουτονὶ τὸν ἀνόσιον ὀνείδη τε καὶ μώλωπας καὶ μέντοι καὶ τραύματα καὶ ὀδύνας ἡ σὴ ἔχει ἐκκλησία. Ἄρειός σοι τόπον ἤδη προσαρμόζει καὶ μάλα γε εὐφυῶς, ἐφ’ οὗ καθιζάνων οἶμαι σύνοδον ἑαυτῷ ἢ παῖδα τὸν Χριστὸν τὸν σὸν τὸν ἐκ σοῦ τὸν τῆς ἡμετέρας ἐπικουρίας ἀρχηγέτην θέσεως νόμῳ περιπεποίηται καὶ ἴσχει.