Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 27
Not analysed yet
ἐπάκουσον, ἀντιβολῶ σε, τῆς θαυμασίας πίστεως. σὲ τὴν κατὰ τὸν τόπον κινεῖσθαι, δέσποτα, κίνησιν οἴεται. σὲ τῆς ἀφωρισμένης καθέδρας κύκλῳ περιγράφειν τολμᾷ. ποῦ γὰρ οὐκ ἔστιν ἡ σὴ παρουσία; ἢ ποῦ τὴν σὴν οὐ πάντες ἐνέργειαν ἐκ τῶν ἐπὶ πάντα σου διηκόντων νόμων αἰσθάνονται; πάντα γὰρ αὐτὸς περιέχεις, καὶ ἔξω σου οὔτε τόπον οὔτε ἄλλο οὐδὲν ἐπινοεῖσθαι θέμις. οὕτως ἡ σὴ δύναμις μετ’ ἐνεργείας ἐστὶν ἄπειρος.