Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 30
Not analysed yet
εἶτα, ὦ λυμεὼν καὶ ὀλέθριε, σοὶ τοῦτ’ ἔστι πίστις; σὺ καθ’ ὑπόθεσιν καὶ πλάσμα λαμβάνεις τὸν τὰ πλάσματα τῶν ἐθνῶν κατακρίναντα, σὺ ἐπείσακτον καλεῖς καὶ ὡς ἐπὶ καθηκόντων ὑπηρέτην τὸν ἄνευ ἐνθυμήσεως καὶ λογισμοῦ τῷ συνυπάρχειν τῇ τοῦ πατρὸς ἀϊδιότητι πάντα διανύσαντα; ἐφάρμοσον νῦν, εἰ δὴ τολμᾷς, ἐφάρμοσον, φημί, τῷ θεῷ καὶ τὸ εὐλαβεῖσθαι καὶ τὸ ἐλπίζειν τὸ ἐκβησόμενον, ἔτι δὲ τὸ ἐνθυμεῖσθαι, τὸ λογίζεσθαι τὸ σκεπτόμενον, τὸ γνώμην ἀποφαίνεσθαι καὶ διαρθροῦν καὶ ὅλως τὸ τέρπεσθαι, τὸ γελᾶν, τὸ λυπεῖσθαι.