Ancient Greek
28 to 29
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 28-29
Not analysed yet
σὺ μὲν δὴ ἐπάκουσον, ὁ θεός, ὑμεῖς δέ, πᾶς ὁ λαός, προσέχετε τὸν νοῦν. ὁ γὰρ ἀναίσχυντος οὗτος καὶ ἀχρεῖος, ὁ ἐπ’ ἄκρον μοχθηρίας τε καὶ ἀνομίας ὁμοίως ἐληλακὼς εὐλάβειαν σκήπτεται. ἄπαγε, φησίν, οὐ βούλομαι τὸν θεὸν ἐγὼ ὕβρεων πάθει δοκεῖν ἐνέχεσθαι . καὶ διὰ τοῦτο ὑποτίθεμαι καὶ πλάττω θαυμάσιά γε τῇ πίστει, ὡς ὁ θεὸς νεογενῆ καὶ νεόκτιστον οὐσίαν Χριστοῦ ποιησάμενος βοήθειαν ἑαυτῷ παρεσκευάσατο, ὥς γέ μοι δοκεῖ. ὃ γὰρ ἄν, φησίν, ἀπ’ αὐτοῦ ἀφέλῃς, τούτῳ ἐλάττονα πεποίηκας.