Ancient Greek · ~2 min
Chapter 30
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 30.2
Not analysed yet
καὶ γὰρ καὶ αὐτὸς πάλιν ὁ λόγος ἐν τῷ πατρὶ ὢν πάντων τούτων ἐστὶ κύριος καὶ πάντων κρατεῖ· πάντα γάρ, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστιν. ὥσπερ οὖν τοῦτο τοιοῦτον ἔχει τὸν νοῦν, οὕτως ὁ βουλόμενος λέγειν τὸν θεὸν ἀγένητον, λεγέτω μέν, εἰ ἅπαξ οὕτως αὐτῷ δοκεῖ, μὴ μέντοι διὰ τὸ εἶναι τὸν λόγον τῶν γενητῶν, ἀλλ’ ὅτι, καθὰ προεῖπον, ὁ θεὸς οὐ μόνον οὐκ ἔστι γενητός, ἀλλὰ καὶ τῶν γενητῶν ποιητής ἐστι διὰ τοῦ ἰδίου λόγου.