Ancient Greek
Chapter 30
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 30.3
Not analysed yet
καὶ γὰρ καὶ οὕτως λεγομένου τοῦ πατρὸς πάλιν εἰκὼν ὁ λόγος ἐστὶ καὶ ὁμοούσιος τοῦ πατρός· εἰκὼν δὲ ὢν αὐτοῦ ἄλλος ἂν εἴη τῶν γενητῶν καὶ τῶν πάντων. οὗ γάρ ἐστιν εἰκών, τούτου καὶ τὴν ἰδιότητα καὶ τὴν ὁμοίωσιν ἔχει, ὥστε τὸν λέγοντα ἀγένητον καὶ παντοκράτορα τὸν πατέρα νοεῖν ἐν τῷ ἀγενήτῳ καὶ παντοκράτορι καὶ τὸν τούτου λόγον καὶ τὴν σοφίαν, ἥτις ἐστὶν ὁ υἱός.