Ancient Greek
Chapter 30
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 30.4
Not analysed yet
ἀλλ’ οἱ θαυμαστοὶ καὶ εἰς ἀσέβειαν εὐχερεῖς οὐ τῆς εἰς τὸν θεὸν τιμῆς φροντίζοντες ἐφεῦρον τὸ ὄνομα τοῦ ἀγενήτου, τῆς δὲ κατὰ τοῦ σωτῆρος χάριν κακονοίας· εἰ γὰρ ἔμελεν αὐτοῖς τιμῆς καὶ εὐφημίας, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον ἦν, πατέρα τὸν θεὸν εἰδέναι τε καὶ λέγειν αὐτούς, ἢ ἐκείνως ὀνομάζειν αὐτούς. λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν θεὸν ἀγένητον ἐκ τῶν γενομένων αὐτόν, καθὰ προεῖπον, ποιητὴν μόνον λέγουσιν, ἵνα καὶ τὸν λόγον ποίημα σημάνωσι κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν θεὸν πατέρα λέγων εὐθὺς ἐν αὐτῷ καὶ τὸν υἱὸν σημαίνει καὶ οὐκ ἀγνοήσει, ὅτι υἱοῦ ὄντος διὰ τοῦ υἱοῦ τὰ γενόμενα ἐκτίσθη πάντα.