Ancient Greek
Chapter 31
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 31.1
Not analysed yet
Οὐκοῦν καὶ μᾶλλον ἀληθέστερον ἂν εἴη τὸν θεὸν ἐκ τοῦ υἱοῦ σημαίνειν καὶ πατέρα λέγειν ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ἀγένητον. τοῦτο μὲν γὰρ τὰ ἐκ τοῦ βουλήματος τοῦ θεοῦ διὰ τοῦ λόγου γενόμενα ἔργα σημαίνει, τὸ δὲ τοῦ πατρὸς ὄνομα τὸ ἴδιον ἐκ τῆς οὐσίας αὐτοῦ γέννημα γνωρίζει. ὅσῳ δὲ ὁ λόγος τῶν γενητῶν διαφέρει, τοσοῦτον καὶ πλέον τὸ λέγειν τὸν θεὸν πατέρα τοῦ λέγειν ἀγένητον διαφέροι ἄν.