Ancient Greek
Chapter 31
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 31.2
Not analysed yet
καὶ γὰρ τοῦτο μὲν ἄγραφον καὶ ὕποπτον ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ἐκεῖνο δὲ ἁπλοῦν καὶ ἔγγραφον καὶ ἀληθέστερον καὶ μόνον σημαῖνον τὸν υἱόν. καὶ τὸ μὲν ἀγένητον παρ’ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν υἱόν, τὸ δὲ πατὴρ παρὰ τοῦ κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. καὶ γὰρ εἰδὼς αὐτός, τίνος υἱός ἐστιν, ἔλεγεν· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ,καί· ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα ,καί· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. καὶ οὐδαμοῦ φαίνεται τὸν πατέρα καλῶν ἀγένητον αὐτός, ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν· ὅταν δὲ προσεύχησθε, λέγετε· θεὸς ἀγένητε, ἀλλὰ μᾶλλον· ὅταν προσεύχησθε, λέγετε· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.