Ancient Greek
Chapter 31
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 31.3
Not analysed yet
καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησεν· ἐκέλευσε γὰρ ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου καὶ γενητοῦ οὐδὲ εἰς ὄνομα ἀκτίστου καὶ κτίσματος, ἀλλ’ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὕτως γὰρ τελειούμενοι υἱοποιούμεθα καὶ ἡμεῖς ἀληθῶς, καὶ τὸ τοῦ πατρὸς δὲ ὄνομα λέγοντες ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν τῷ πατρὶ λόγον.