Ancient Greek
Chapter 31
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 31.4
Not analysed yet
εἰ δὲ καὶ πατέρα θέλει λέγειν ἡμῶν τὸν ἴδιον ἑαυτοῦ πατέρα, οὐ χρὴ διὰ τοῦτο συνεκτείνειν ἑαυτοὺς τῷ υἱῷ κατὰ τὴν φύσιν. καὶ τοῦτο γὰρ δι’ αὐτὸν λέγεται παρ’ ἡμῶν. ἐπειδὴ γὰρ τὸ ἡμέτερον ὁ λόγος ἐφόρεσε σῶμα καὶ γέγονεν ἐν ἡμῖν, ἀκολούθως διὰ τὸν ἐν ἡμῖν λόγον καὶ ἡμῶν ὁ θεὸς λέγεται πατήρ. τὸ γὰρ ἐν ἡμῖν πνεῦμα τοῦ λόγου δι’ ἡμῶν τὸν ἑαυτοῦ πατέρα ὡς ἡμῶν ὀνομάζει· οὗτος τοῦ ἀποστόλου νοῦς ἐστι λέγοντος· ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ ὁ πατήρ.