Ancient Greek
Chapter 32
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 32.1
Not analysed yet
Ἀλλ’ ἴσως καὶ διὰ τὸ ὄνομα τὸ ἀγένητον ἐλεγχθέντες πονηροὶ τὸν τρόπον ὄντες ἐθελήσουσι καὶ αὐτοὶ λέγειν· ἔδει καὶ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῶν γραφῶν τὰ περὶ αὐτοῦ γεγραμμένα λέγεσθαι καὶ μὴ ἀγράφους ἐπεισάγεσθαι λέξεις. ναὶ ἔδει, φαίην ἂν καὶ ἔγωγε, ἀκριβέστερα γὰρ ἐκ τῶν γραφῶν μᾶλλον ἢ ἐξ ἑτέρων ἐστὶ τὰ τῆς ἀληθείας γνωρίσματα· ἀλλ’ ἡ κακοήθεια καὶ μετὰ πανουργίας παλίμβολος ἀσέβεια τῶν περὶ Εὐσέβιον ἠνάγκασε, καθὰ προεῖπον, τοὺς ἐπισκόπους λευκότερον ἐκθέσθαι τὰ τὴν ἀσέβειαν αὐτῶν ἀνατρέποντα ῥήματα.