Ancient Greek · ~3 min
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 32
Not analysed yet
σύνες δή, εἰ δύνασαι, ὡς ἐν αὐτῇ γέ σου τῇ πανουργίᾳ μοχθηρὸς ὢν ἁλίσκῃ. ὁ Χριστός, φησί, δι’ ἡμᾶς πέπονθεν. ἀλλ’ ἤδη φθάσας ἔγωγε εἶπον, ὡς μορφῇ σώματος ἀπεστάλη. ναί, φησίν, ἀλλὰ δέος μὴ δόξωμεν κατά τι ἐλαττοῦν. εἶτα, ὦ τῶν θηρίων μεσίτα, ταῦτα λέγων οὐ μαίνῃ καὶ σαφῶς λυττᾷς; ἰδοὺ γὰρ δὴ ὁ κόσμος αὐτὸς μορφή, ἤγουν σχῆμα τυγχάνει ὢν καὶ οἱ ἀστέρες γε χαρακτῆρες προβέβληνται, καὶ ὅλως τὸ πνεῦμα τοῦ σφαιροειδοῦς τούτου κύκλου εἶδος τῶν ὄντων τυγχάνει ὂν καὶ ὥσπερ μόρφωμα. καὶ ὅμως ὁ θεὸς πανταχοῦ πάρεστι. ποῦ τοίνυν εἰσὶν ἐν τῷ θεῷ αἱ ὕβρεις; ἢ κατὰ τί ὁ θεὸς ἐλαττοῦται;