Ancient Greek · ~2 min
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 33
Not analysed yet
ὦ πατροκτόνε τῆς ἐπιεικείας σύ, λόγισαι δὴ οὖν ἐξ αὐτοῦ τεκμαιρόμενος καὶ ἐνθυμήθητι, εἰ ἁμάρτημα τοῦτ’ εἶναι δοκεῖ, τὸ ἐν Χριστῷ παρεῖναι τὸν θεόν. ἐκεῖνος μὲν οὖν κατεῖδε τὴν ἀτιμίαν τοῦ λόγου καὶ τὴν τιμωρίαν οὐ βραδέως ἐπήγαγε. χωρὶς δὲ τούτων καθ’ ἑκάστην δήπουθεν ἡμέραν ἁμαρτήματα ἐν τῷ κόσμῳ γίνεται. καὶ ὅμως ὁ θεὸς πάρεστι καὶ τὰ τῆς δίκης οὐχ ὑστερίζει. τί οὖν παρὰ τοῦτο ἐλαττοῦται, εἰ τὸ μέγεθος αὐτοῦ τῆς δυνάμεως τὰ πανταχοῦ διαισθάνεται;