Ancient Greek
35.1 to 35.3
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.1-3
Not analysed yet
Ἀντίγραφον. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν. Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γραφαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ’ ἑκάστου γινόμενα, ἵνα εἴτε πάσχει εἴτε χαίρει ἓν μέλος ἢ συμπάσχωμεν ἢ συγχαίρωμεν ἀλλήλοις. ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ ἀντιχρίστου ὑπονοήσειε καὶ καλέσειεν.