Ancient Greek
Chapter 35
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 35.4
Not analysed yet
καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ὅπως ἐν τοῖς προστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν τὸ τοιοῦτον ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. ἐπειδὴ δὲ Εὐσέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ νομίσας ἐπ’ αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων καὶ οὐκ ἐκδεδίκηται κατ’ αὐτοῦ, προίσταται καὶ τούτων τῶν ἀποστατῶν καὶ γράφειν ἐπεχείρησε πανταχοῦ συνιστῶν αὐτούς, ὅπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν αἰσχίστην ταύτην καὶ χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν,